Τετάρτη 11 Νοεμβρίου 2015

22. Γέροντος Αλυπίου : Κυριακή Ε΄ Λουκά


https://drive.google.com/file/d/0B10nRQ2KXoC_NjZueFVLcl9BcF9rWHZKYkYxRGVXYjhZRURN/view?usp=sharing

2 Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου 3 καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου 4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ( ... ) καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. (Ψ. 39)

Υπομένων (με τη δική σου υπομονή Κύριε) υπέμεινα τον Κύριο ... .
κυπριανός χ

19 ῎Ανθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ ᾿Αβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπε δὲ ᾿Αβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει αὐτῷ ᾿Αβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ ᾿Αβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται

Σημείωση κυπριανού χ. 
Αντιγραφή ιστολογίου ΟΜΟΛΟΓΙΑ ( http://apotixisi.blogspot.gr/2015/11/blog-post_7.html ) Συνυφαίνεται άμεσα με το "εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται" :

Ὁ ἅγιος Μάξιμος ὁ ὁμολογητής ἑρμηνεύοντας τό ἐν λόγῳ χωρίο (σ.σ. «Αἱρετικόν ἄνθρωπον μετά μίαν καί δευτέραν νουθεσίαν παραιτοῦ, εἰδώς ὅτι ἐξέστραπτε ὁ τοιοῦτος καί ἁμαρτάνει ὤν αὐτοκατάκριτος») τοῦ ἀπ. Παύλου, ἐξηγεῖ πότε πρέπει νά νουθετοῦμε τούς πλανεμένους καί πότε νά τούς θεωροῦμε αὐτοκατάκριτους. Στά σχόλια λοιπόν εἰς τάς ἐπιστολάς τοῦ ἁγ. Διονυσίου τοῦ Ἀρεοπαγίτου ἀναφέρει τά ἑξῆς: «"Διά βίου παντός": Τουτέστι μέχρι τά τῆς παρούσης ἐνέστηκε ζωῆς. Σημειωτέον δέ ὅτι δεῖ τούς θεοφιλεῖς διά βίου παντός νουθετεῖν τούς πεπλανημένους, καί εἰς ἐπίγνωσιν ἀληθείας ἕλκειν. Σημείωσαι οὖν αὐτό∙ τινές γάρ ἀμαθῶς τό ἐναντίον λέγουσι, κεχρημένοι τῷ ἀποστολικῷ ρητῷ τῷ λέγοντι∙ “Αἱρετικόν ἄνθρωπον μετά πρώτην καί δευτέραν νουθεσίαν παραιτοῦ”, μή νοοῦντες τῶν εἰρημένων τήν δύναμιν, ἐκ τῶν ἑπομένων ρητῶν μάλιστα σαφηνιζομένην. Τότε γάρ εὔλογος ἡ μετά πρώτην καί δευτέραν νουθεσίαν παραίτησις, ὅταν ὁ διδάσκων πρός τήν παραίτησιν ἔλθῃ, εἰδώς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καί λανθάνει, ὤν αὐτοκατάκριτος. Δῆλον γάρ, ὡς ἐν τοῖς ἱεροῖς διδασκάλοις ἀποκαλύπτεται καί ἡ τῶν προσιόντων κατάστασις. Ἕτεροι δέ, τό “μετά πρώτην καί δευτέραν νουθεσίαν”, οὕτως ἐνόμισαν, ἀντί τοῦ, μετά τήν ἐκ τῆς Παλαιᾶς καί Νέας Διαθήκης διδασκαλία» (Ε.Π.Ε. Φιλοκαλία 15Δ, 450,12).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια εκφράζουν τη γνώμη ή άποψη του συντάκτη τους